Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.71.4 | Hdt. 3.72.3 (English) | >>Hdt. 3.73.2 |
3.72.1
λέγει πρὸς ταῦτα Ὀτάνης , ἐπειδὴ ὥρα σπερχόμενον Δαρεῖον · “ἐπείτε ἡμέας συνταχύνειν ἀναγκάζεις καὶ ὑπερβάλλεσθαι οὐκ ἐᾷς , ἴθι ἐξηγέο αὐτὸς ὅτεῳ τρόπῳ πάριμεν ἐς τὰ βασιλήια καὶ ἐπιχειρήσομεν αὐτοῖσι . φυλακὰς γὰρ δὴ διεστεώσας οἶδάς κου καὶ αὐτός , εἰ μὴ ἰδών , ἀλλʼ ἀκούσας · τὰς τέῳ τρόπῳ περήσομεν ;” ἀμείβεται Δαρεῖος τοισίδε ·
3.72.2 “Ὀτάνη , ἦ πολλά ἐστι τὰ λόγῳ μὲν οὐκ οἷά τε δηλῶσαι , ἔργῳ δέ · ἄλλα δʼ ἐστὶ τὰ λόγῳ μὲν οἷά τε , ἔργον δὲ οὐδὲν ἀπʼ αὐτῶν λαμπρὸν γίνεται . ὑμεῖς δὲ ἴστε φυλακὰς τὰς κατεστεώσας ἐούσας οὐδὲν χαλεπὰς παρελθεῖν .
3.72.3 τοῦτο μὲν γὰρ ἡμέων ἐόντων τοιῶνδε οὐδεὶς ὅστις οὐ παρήσει , τὰ μέν κου καταιδεόμενος ἡμέας , τὰ δέ κου καὶ δειμαίνων · τοῦτο δὲ ἔχω αὐτὸς σκῆψιν εὐπρεπεστάτην τῇ πάριμεν , φὰς ἄρτι τε ἥκειν ἐκ Περσέων καὶ βούλεσθαί τι ἔπος παρὰ τοῦ πατρὸς σημῆναι τῷ βασιλέι .
3.72.4 ἔνθα γάρ τι δεῖ ψεῦδος λέγεσθαι , λεγέσθω . τοῦ γὰρ αὐτοῦ γλιχόμεθα οἵ τε ψευδόμενοι καὶ οἱ τῇ ἀληθείῃ διαχρεώμενοι . οἱ μέν γε ψεύδονται τότε ἐπεάν τι μέλλωσι τοῖσι ψεύδεσι πείσαντες κερδήσεσθαι , οἱ δʼ ἀληθίζονται ἵνα τῇ ἀληθείῃ ἐπισπάσωνται κέρδος καί τι μᾶλλόν σφι ἐπιτράπηται . οὕτω οὐ ταὐτὰ ἀσκέοντες τὠυτοῦ περιεχόμεθα .
3.72.5 εἰ δὲ μηδὲν κερδήσεσθαι μέλλοιεν , ὁμοίως ἂν ὅ τε ἀληθιζόμενος ψευδὴς εἴη καὶ ὁ ψευδόμενος ἀληθής . ὃς ἂν μέν νυν τῶν πυλουρῶν ἑκὼν παριῇ , αὐτῷ οἱ ἄμεινον ἐς χρόνον ἔσται · ὃς δʼ ἂν ἀντιβαίνειν πειρᾶται , δεικνύσθω ἐνθαῦτα ἐὼν πολέμιος , καὶ ἔπειτα ὠσάμενοι ἔσω ἔργου ἐχώμεθα .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.71.4 | Hdt. 3.72.3 (English) | >>Hdt. 3.73.2 |